
Ἔοικεν γὰρ ὅλον τὸ πρᾶγμα τῆς ἐκκλησίας νηὶ μεγάλῃ, διὰ σφοδροῦ χειμῶνος ἄνδρας φερούσῃ ἐκ πολλῶν τόπων ὄντας καὶ μίαν τινὰ ἀγαθῆς βασιλείας πόλιν οἰκεῖν θέλοντας. ἔστω μὲν οὖν ὑμῖν ὁ ταύτης δεσπότης θεὸς καὶ παρεικάσθω ὁ μὲν κυβερνήτης Χριστῷ, ὁ πρωρεὺς ἐπισκόπῳ, οἱ ναῦται πρεσβυτέροις, οἱ τοίχαρχοι διακόνοις, οἱ ναυστολόγοι τοῖς κατηχοῦσιν, τοῖς ἐπιβάταις τὸ τῶν ἀδελφῶν πλῆθος, τῷ βυθῷ ὁ κόσμος, αἱ ἀντίπνοιαι τοῖς πειρασμοῖς ... τὰ δὲ ἀπόγεια τῶν χειμάρρων [καὶ τὰ] φυσήματα ταῖς τῶν πλάνων καὶ ψευδοπροφητῶν ὁμιλίαις ... οἱ ὑποκριταὶ τοῖς πειραταῖς παρεικασμένοι νοείσθωσαν ... εὐσταθείτωσαν οὖν οἱ ἐπιβάται ἑδραῖοι ἐπὶ τῶν ἰδίων καθεζόμενοι τόπων, ἵνα μὴ τῇ ἀταξίᾳ σεισμὸν ἢ ἑτεροκλινίαν παρέχωσιν. οἱ ναυστολόγοι τοὺς μισθοὺς ὑπομιμνησκέτωσαν. οἱ διάκονοι μηδὲν ἀμελείτωσαν ὧν ἐπιστεύθησαν. οἱ πρεσβύτεροι ὥσπερ ναῦται καταρτιζέτωσαν ἐπιμελῶς τὰ χρῄζοντα ἑκάστῳ. ὁ ἐπίσκοπος ὡς πρωρεὺς ἐγρηγορὼς τοῦ κυβερνήτου μόνου τοὺς λόγους ἀντιβαλλέτω. ὁ Χριστὸς ὡς σωτὴρ κυβερνήτης φιλείσθω καὶ μόνος περὶ ὧν λέγει πιστευέσθω. οἱ δὲ πάντες τῷ θεῷ περὶ τοῦ οὐρίᾳ πλέειν προσευχέσθωσαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου